Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.21 Dem. 22.24 (English) >>Dem. 22.28

22.23ἡμεῖς τοίνυν οὐκ ἐκ λόγων εἰκότων οὐδὲ τεκμηρίων, ἀλλὰ παρʼ οὗ μάλιστα δίκην ἔστι λαβεῖν τούτῳ, ταῦτʼ ἐπιδείκνυμενἄνδρα παρεσχηκότα γραμματεῖον, ἐν τὰ τούτῳ βεβιωμένʼ ἔνεστιν, ὃς αὑτὸν ὑπεύθυνον ποιήσας μαρτυρεῖ ταῦτα. ὥσθʼ ὅταν μὲν λοιδορίαν ταῦτα καὶ αἰτίαν εἶναι φῇ, ὑπολαμβάνεθʼ ὡς ταῦτα μέν ἐστιν ἔλεγχος, δʼ οὗτος ποιεῖ, ταῦτα λοιδορία καὶ αἰτία· ὅταν δʼ ὅτι πρὸς τοὺς θεσμοθέτας προσῆκεν ἐπαγγέλλειν ἡμῖν, ἐκεῖνο ὑπολαμβάνετε, ὅτι καὶ τοῦτο ποιήσομεν † † † καὶ νῦν προσηκόντως περὶ τοῦ νόμου λέγομεν. 22.24εἰ μὲν γὰρ ἄλλον τινʼ ἀγῶνʼ ἀγωνιζομένου σου ταῦτα κατηγοροῦμεν, δικαίως ἂν ἠγανάκτεις· εἰ δʼ μὲν νῦν ἐνεστηκὼς ἀγών ἐστιν παρανόμων, οἱ νόμοι δʼ οὐκ ἐῶσι λέγειν οὐδὲ τὰ ἔννομα τοὺς οὕτω βεβιωκότας, ἡμεῖς δʼ ἐπιδείκνυμεν οὐ μόνον εἰρηκότʼ αὐτὸν παράνομα, ἀλλὰ καὶ βεβιωκότα παρανόμως, πῶς οὐχὶ προσήκει λέγειν περὶ τούτου τοῦ νόμου διʼ οὗ ταῦτʼ ἐλέγχεται;

22.25καὶ μὴν κἀκεῖνό γε δεῖ μαθεῖν ὑμᾶς, ὅτι τοὺς νόμους τιθεὶς τούτους Σόλων καὶ τῶν ἄλλων τοὺς πολλούς, οὐδὲν ὅμοιος ὢν τούτῳ νομοθέτης, οὐχ ἑνὶ ἔδωκε τρόπῳ περὶ τῶν ἀδικημάτων ἑκάστων λαμβάνειν δίκην τοῖς βουλομένοις παρὰ τῶν ἀδικούντων, ἀλλὰ πολλαχῶς. ᾔδει γάρ, οἶμαι, τοῦθʼ ὅτι τοὺς ἐν τῇ πόλει γενέσθαι πάντας ὁμοίως δεινοὺς θρασεῖς μετρίους οὐκ ἂν εἴη. εἰ μὲν οὖν, ὡς τοῖς μετρίοις δίκην ἐξαρκέσει λαβεῖν, οὕτω τοὺς νόμους θήσει, μετʼ ἀδείας ἔσεσθαι πολλοὺς πονηροὺς ἡγεῖτο· εἰ δʼ ὡς τοῖς θρασέσιν καὶ δυνατοῖς λέγειν, τοὺς ἰδιώτας οὐ δυνήσεσθαι τὸν αὐτὸν τούτοις τρόπον λαμβάνειν δίκην.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.21 Dem. 22.24 (English) >>Dem. 22.28

Powered by PhiloLogic